Psalms 114

1
LXX: Psa.113:1
Αλληλουια. Ἐν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου, οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου
2
LXX: Psa.113:2
ἐγενήθη Ιουδαία ἁγίασμα αὐτοῦ, Ισραηλ ἐξουσία αὐτοῦ.
3
LXX: Psa.113:3
θάλασσα εἶδεν καὶ ἔφυγεν, Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω·
4
LXX: Psa.113:4
τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.
5
LXX: Psa.113:5
τί σοί ἐστιν, θάλασσα, ὅτι ἔφυγες, καὶ σοί, Ιορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω;
6
LXX: Psa.113:6
τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων;
7
LXX: Psa.113:7
ἀπὸ προσώπου κυρίου ἐσαλεύθη γῆ, ἀπὸ προσώπου τοῦ θεοῦ Ιακωβ
8
LXX: Psa.113:8
τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων.
Copyright information for LXX